Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.155 Joseph. AJ 19.160 (English) >>Joseph. AJ 19.166

19.158ἐν τούτῳ δὲ βουλῆς τε γίνεται σύνοδος καὶ δῆμος ᾗπερ καὶ εἰώθασιν ἐκκλησιάζειν ἐπὶ τῆς ἀγορᾶς καταστὰς ἐν ζητήσει τῶν σφαγέων τῶν Γαΐου ἦσαν, μὲν δῆμος καὶ πάνυ ἐκθύμως, δοκεῖν δὲ καὶ βουλή. 19.159καὶ ἦν γὰρ Ἀσιατικὸς Οὐαλέριος ὑπατικὸς ἀνήρ, οὗτος ἐπὶ τὸν δῆμον καταστάς, θορυβούντων καὶ δεινὸν τιθεμένων τὸ ἔτι λανθάνον τῶν τὸν αὐτοκράτορα ἀπεκτονότων, ἐπεὶ προθύμως πάντες αὐτὸν ἤροντο, τίς πράξας τυγχάνει, “εἴθε γὰρ ἔγωγεφησί. 19.160καὶ προύθεσαν δὲ καὶ οἱ ὕπατοι διάγραμμα Γαΐου μὲν κατηγορίας ποιούμενοι, κελεύοντες δὲ τῷ τε δήμῳ καὶ τοῖς στρατιώταις ἐπὶ τὰ αὐτῶν ἀπιέναι, τῷ μὲν δήμῳ πολλὴν ἀνέσεως ἐπαγγελλόμενοι ἐλπίδα, τῷ στρατιωτικῷ δὲ τιμῶν, εἰ ἐν κόσμῳ μείνειαν τῷ εἰωθότι μηδὲν ὑβρίζειν ἐξαγόμενοι· δέος γὰρ ἦν, μὴ ἐξαγριωσάντων ἀπολαύσειεν τοῦ κακοῦ πόλις καθʼ ἁρπαγὰς αὐτῶν καὶ συλήσεις τῶν ἱερῶν τρεπομένων. 19.161ἐφθάκει δὲ ἤδη τῶν βουλευτῶν τὸ πᾶν πλῆθος συνειλεγμένον καὶ μάλιστα οἱ εἰς τοῦ Γαΐου συνελθόντες τὸν φόνον θράσει τε ἤδη χρώμενοι κἀν καταφρονήματι μεγάλῳ ὄντες ὡς εἰς αὐτοὺς ἀνακειμένων δὴ τῶν πραγμάτων. 19.162

Ἐν τούτῳ δὴ ὄντων τῶν πραγμάτων αἰφνίδιον ἁρπάζεται Κλαύδιος ἐκ τῆς οἰκίας· οἱ γὰρ στρατιῶται συνόδου γενομένης αὐτοῖς, ἀλλήλοις καὶ αὑτοῖς λόγον δόντες περὶ τοῖς ποιητέοις ἑώρων δημοκρατίαν ἀδύνατόν τε ὂν ἐν κράτει τοσῶνδε ἄν ποτε γενέσθαι πραγμάτων ἐξικομένην τε οὐκ ἐπʼ ἀγαθῷ τῷ αὐτῶν κτήσασθαι τὴν ἀρχήν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.155 Joseph. AJ 19.160 (English) >>Joseph. AJ 19.166

Powered by PhiloLogic